Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.214 Joseph. AJ 15.218 (English) >>Joseph. AJ 15.223

15.217κἀκεῖνος μὲν τυγχάνει τῆς τιμῆς. Ἡρώδης δὲ γενόμενος ἐν Αἰγύπτῳ Καίσαρί τε μετὰ πλείονος παρρησίας εἰς λόγους ἦλθεν ὡς ἤδη φίλος καὶ μεγίστων ἠξιώθη· τῶν τε γὰρ Κλεοπάτραν δορυφορούντων Γαλατῶν τετρακοσίοις αὐτὸν ἐδωρήσατο καὶ τὴν χώραν ἀπέδωκεν αὐτῷ πάλιν, ἣν διʼ ἐκείνης ἀφῃρέθη. προσέθηκεν δὲ καὶ τῇ βασιλείᾳ Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν ἔτι δὲ τῆς παραλίου Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόπην καὶ Στράτωνος πύργον. 15.218

Ἐπιτυχὼν δὲ καὶ τούτων λαμπρότερος ἦν, καὶ τὸν μὲν Καίσαρα παρέπεμψεν ἐπʼ Ἀντιοχείας, αὐτὸς δʼ ἐπανελθὼν ὅσον ᾤετο τὰ πράγματα αὐτῷ διὰ τῶν ἔξωθεν ἐπιδιδόναι πρὸς εὐδαιμονίαν, τοσοῦτον ἔκαμνεν τοῖς οἰκείοις καὶ μάλιστα περὶ τὸν γάμον, ἐν καὶ μᾶλλον εὐτυχεῖν ἐδόκει πρότερον· ἔρωτα γὰρ οὐδενὸς ἐλάττω τῶν ἱστορουμένων ἐπεπόνθει μετὰ τοῦ δικαίου τῆς Μαριάμμης. 15.219 δὲ τὰ μὲν ἄλλα σώφρων καὶ πιστὴ πρὸς αὐτὸν ἦν, εἶχεν δέ τι καὶ γυναικεῖον ὁμοῦ καὶ χαλεπὸν ἐκ φύσεως, ἱκανῶς μὲν ἐντρυφῶσα δεδουλωμένῳ διὰ τὴν ἐπιθυμίαν καὶ τὸ βασιλεύεσθαι καὶ κρατεῖν ἄλλον αὐτῆς οὐ συγκαταλογιζομένη τῷ καιρῷ πολλάκις μὲν ὑβριστικῶς αὐτῷ προσηνέχθη καὶ τοῦτʼ ἐκεῖνος ἐξειρωνευόμενος ἔφερεν ἐγκρατῶς καὶ μειζόνως, 15.220ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστʼ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.214 Joseph. AJ 15.218 (English) >>Joseph. AJ 15.223

Powered by PhiloLogic